Ἐπιτάφιος εἰς τὸν Μέγαν Βασίλειον Ἐπίσκοπον Καισαρείας Καππαδοκίας
1. Ἔμελλεν ἄρα πολλὰς ἡμῖν ὑποθέσεις τῶν λόγων ἀεὶ προθεὶς ὁ μέγας Βασίλειος, καὶ γὰρ ἐφιλοτιμεῖτο τοῖς ἐμοῖς λόγοις ὡς οὔπω τοῖς ἑαυτοῦ τῶν πάντων οὐδείς, ἑαυτὸν νῦν ἡμῖν προθήσειν, ὑπόθεσιν ἀγώνων μεγίστην τοῖς περὶ λόγους ἐσπουδακόσιν. Οἶμαι γάρ, εἴ τις τῆς ἐν λόγοις δυνάμεως πεῖραν ποιούμενος, ἔπειτα πρὸς μέτρον κρῖναι ταύτην θελήσειε, μίαν ἐκ πασῶν ὑπόθεσιν προστησά μενος, καθάπερ οἱ ζωγράφοι τοὺς ἀρχετύπους πίνακας, ταύτην ἂν ὑφελὼν μόνην, ὡς λόγου κρείττονα, τῶν ἄλλων ἑλέσθαι τὴν πρώτην· τοσοῦτον ἔργον ἡ τοῦ ἀνδρὸς εὐφημία, μὴ ὅτι γε ἡμῖν τοῖς πάλαι πᾶν τὸ φιλότιμον κατα λύσασιν, ἀλλὰ καὶ οἷς βίος ἐστὶν ὁ λόγος, ἑν τοῦτο ἐσπου δακόσι καὶ μόνον, ταῖς τοιαύταις ἐνευδοκιμεῖν ὑποθέσεσιν!